ἐπᾷσαί τινα ἐπῳδὴν, ἢ περιάψαι τι τῷ σώματι περίαπτον ἀτιμάσῃς, καὶ μετὰ πολλῆς ἐξαγάγῃς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, εὐθέως ἔλαβες δρόσον ἀπὸ τοῦ συνειδότος. Κἂν μυριάκις ὁ πυρετὸς καταφλέγῃ, ἡ ψυχή σου πάσης δρόσου καὶ πάσης νοτίδος παραμυθίαν εἰσάγει σοι βελτίω καὶ λυσιτελεστέραν. Ὥσπερ γὰρ μετὰ τὸ δέξασθαι τὴν ἐπῳδὴν, κἂν ὑγιαίνῃς, τῶν πυρεττόντων ἀθλιώτερον διάκεισαι, τὴν ἁμαρτίαν λογιζόμενος· οὕτω καὶ νῦν, κἂν πυρέττῃς, κἂν μυρία πάσχῃς δεινὰ, διακρουσάμενος τοὺς μιαροὺς ἐκείνους, ὑγιαίνοντος παντὸς ἄμεινον διακείσῃ, τοῦ λογισμοῦ γαυρουμένου, τῆς ψυχῆς χαιρούσης καὶ εὐφραινομένης, τοῦ συνειδότος ἐπαινοῦντός σε, καὶ ἀποδεχομένου, καὶ λέγοντος· Εὖγε, εὖγε, ὦ ἄνθρωπε, ὁ Χριστοῦ δοῦλος, ὁ πιστὸς ἀνὴρ, ὁ ἀθλητὴς τῆς εὐσεβείας, ὁ τοῖς δεινοῖς αἱρούμενος ἐναποθανεῖν μᾶλλον, ἢ προδοῦναι τὴν ἐγχειρισθεῖσαν εὐσέβειαν, μετὰ τῶν μαρτύρων στήσῃ κατ' ἐκείνην τὴν ἡμέραν. Καθάπερ γὰρ ἐκεῖνοι μαστίζεσθαι καὶ βασανίζεσθαι εἵλοντο, ἵνα τιμηθῶσιν· οὕτω καὶ σὺ σήμερον εἵλου μαστίζεσθαι καὶ βασανίζεσθαι παρὰ τοῦ πυρετοῦ καὶ τῶν τραυμάτων, ὥστε μὴ προσίεσθαι ἀσεβεῖς ἐπῳδὰς μηδὲ περίαπτα, καὶ ταῖς ἐλπίσι ταύταις τρεφόμενος, οὐδὲ αἰσθήσῃ τῶν ἀντικειμένων δεινῶν. Κἂν γὰρ μὴ οὗτός σε ἀπενέγκῃ ὁ πυρετὸς, ἕτερος ἀποίσει πάντως, κἂν μὴ νῦν ἀποθάνωμεν, μετὰ ταῦτα ἀποθανούμεθα. Φθαρτὸν ἐλάχομεν τὸ σῶμα, οὐχ ἵνα διὰ τὰ πάθη αὐτοῦ τὴν ἀσέβειαν ἐπισπασώμεθα, ἀλλὰ ἵνα τοῖς πάθεσιν αὐτοῦ πρὸς εὐσέβειαν ἀποχρησώμεθα. Αὕτη γὰρ ἡ φθορὰ, καὶ αὐτὸ τὸ θνητὸν εἶναι τὸ σῶμα, ἐὰν νήφωμεν, ὑπόθεσις εὐδοκιμήσεως ἡμῖν γενήσεται, καὶ πολλὴν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν δώσει τὴν παρρησίαν, οὐ κατ' ἐκείνην δὲ μόνον, ἀλλὰ καὶ κατὰ τὴν παροῦσαν ζωήν. Ὅταν γὰρ ἐκβάλῃς τοὺς ἐπωδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· Ὁ δεῖνα ἀρρωστῶν καὶ κάμνων, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ' εἶπε· Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Ἐπὶ τούτοις ἕψονται κρότοι πολλοὶ παρὰ τῶν ἀκουόντων, πάντων ἐκπληττομένων, τὸν Θεὸν δοξαζόντων. Πόσων οὖν ἔσται σοι τοῦτο ἀνδριάντων τιμιώτερον, πόσων εἰκόνων λαμπρότερον, πόσης τιμῆς ἐπισημότερον; Ἅπαντες ἐπαινέσονται καὶ μακαριοῦσι καὶ στεφανώσουσι, καὶ αὐτοὶ βελτίους ἔσονται, καὶ ζηλώσουσι πάλιν καὶ μιμήσονταί σου τὴν ἀνδρείαν, κἂν ἕτερος ἐργάσηταί τι τοιοῦτον, σὺ τὸν μισθὸν ἕξεις, ὁ τὴν ἀρχὴν παρασχὼν τῷ ζήλῳ. Οὐκ ἔπαινοι δὲ μόνον ἔσονταί σου τῶν κατορθωμάτων, ἀλλὰ καὶ λύσις ταχίστη τῆς νόσου, αὐτῆς τε τῆς γενναίας σου προαιρέσεως ἐπισπωμένης τὸν Θεὸν εἰς πλείονα εὔνοιαν, καὶ τῶν ἁγίων πάντων συνηδομένων σου τῇ προθυμίᾳ, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας τὰς ὑπὲρ σοῦ ποιουμένων εὐχάς. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ· Οὗτος ὁ ἄνθρωπος πυρε