τῷ ποτε ληφθεὶς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τῆς νόσου, διὰ τὸ ὄνομα τὸ ἐμὸν, καὶ τὸν φόβον τὸν εἰς ἐμὲ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε τοὺς ὑπισχνουμένους αὐτὸν θεραπεύειν ἐκείνῳ τῷ τρόπῳ, καὶ εἵλετο μᾶλλον ἐναποθανεῖν τῷ νοσήματι, ἢ προδοῦναι τὴν εἰς ἐμὲ εὔνοιαν. Εἰ γὰρ τοὺς ποτίσαντας αὐτὸν καὶ ἐνδύσαντας καὶ θρέψαντας εἰς μέσον παράγει, πολλῷ μᾶλλον τοὺς δι' αὐτὸν ἑλομένους ἀνέχεσθαι πυρετῶν. Οὐ γάρ ἐστιν ἴσον, ἄρτον δοῦναι καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου· ὅσῳ δὲ μείζων ὁ πόνος, τοσούτῳ καὶ ὁ στέφανος ἔσται λαμπρότερος. Ταῦτα καὶ ὑγιαίνοντες μελετῶμεν καὶ κάμνοντες, καὶ πρὸς ἑτέρους λέγωμεν· κἂν ἴδωμεν ἑαυτούς ποτε ἐν πυρετῷ γενομένους ἀφορήτῳ, ἐκεῖνο πρὸς ἑαυτοὺς εἴπωμεν· Τί δαὶ, εἴ ποθεν ἐπενεχθείσης ἡμῖν κατηγορίας, εἰς δικαστήριον εἰσηνέχθημεν, εἶτα ἀναρτηθέντες κατεξαινόμεθα τὰς πλευρὰς, οὐκ ἀνάγκη ἦν ὑπομεῖναι πάντως καὶ ἀκερδῶς καὶ χωρὶς μισθοῦ τινος; Τοῦτο καὶ νῦν λογιζώμεθα· προσκείσθω τοίνυν καὶ τῆς ὑπομονῆς ὁ μισθὸς, ἱκανὸς ὢν ἀλεῖψαι τὴν πεπτωκυῖαν διάνοιαν. Ἀλλὰ χαλεπὸς ὁ πυρετός. Ἀλλ' ἀντίστησον τῷ πυρετῷ τὸ τῆς γεέννης πῦρ, ὃ διαφεύξῃ πάντως, ἐὰν ἕλῃ τοῦτον μεθ' ὑπομονῆς ἁπάσης ἐνεγκεῖν· ἀναμνήσθητι τῶν ἀποστόλων, ὅσα ἔπασχον· ἀναμνήσθητι τῶν δικαίων, ὅτι διαπαντὸς ἦσαν ἐν θλίψεσιν· ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀρρωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν νοσήματι διηνεκεῖ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος καὶ ἅγιος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθούμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινὰ, τίνα ἕξεις ἀπολογίαν σὺ ὁ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασιν; Οὐκ ἤκουσας τῆς Γραφῆς λεγούσης, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται; Πόσοι ποσάκις ἐπεθύμησαν μαρτυρίου στέφανον λαβεῖν; Τοῦτο ἀπηρτισμένος ἐστὶ μαρτυρίου στέφανος. Οὐ γὰρ τὸ κελευσθῆναι θῦσαι, εἶτα ἑλέσθαι μᾶλλον ἀποθανεῖν ἢ θῦσαι, ποιεῖ μάρτυρα μόνον, ἀλλὰ καὶ τὸ ὁτιοῦν φυλάττοντα μόνον δυνάμενον θάνατον ἐπισπάσασθαι, μαρτύριόν ἐστι σαφές.

§ ηʹ Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητι πῶς μὲν ὁ Ἰωάννης ἀπέθανε, καὶ τίνος ἕνεκεν καὶ διὰ τί, πῶς δὲ ὁ Ἄβελ. Οὐδέτερος γὰρ τούτων οὐ βωμὸν εἶδε καιόμενον, οὐ ξόανον ἑστηκὸς, οὐ θῦσαι ἐπετάγη δαίμοσιν· ἀλλ' ὁ μὲν, ἐπειδὴ μόνον ἤλεγξε τὸν Ἡρώδην, ἀπετμήθη τὴν κεφαλὴν, ὁ δὲ ἐπειδὴ τὸν Θεὸν ἐτίμησε θυσίᾳ πλείονι τοῦ ἀδελφοῦ, κατεσφάττετο. Ἆρ' οὖν ἀπεστέρηνται τῶν τοῦ μαρτυρίου στεφάνων; καὶ τίς ἂν τοῦτο τολμήσειεν εἰπεῖν; Μάλιστα μὲν γὰρ καὶ αὐτὸς ὁ τοῦ θανάτου τρόπος ἱκανὸς ἅπαντας πεῖσαι, ὅτι εἰς τοὺς πρώτους τῶν μαρτύρων τελοῦσιν. Εἰ δὲ καὶ ψῆφον ζητεῖς θείαν ὑπὲρ τούτων ἐξενηνεγμένην ἰδεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· ἃ γὰρ ἐκεῖνος φθέγγεται, δῆλον ὅτι τοῦ Πνεύματός ἐστι· Δοκῶ γὰρ, φησὶ, κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί